Los Cíclopes |
Los Olímpicos vencen a los Titanes |
Orfeo y Eurídice |
Apolo y Marsias |
Primeros momentos de Zeus |
Rapto de Perséfone |
Deméter y Demofonte |
Endimion |
El Castigo de Sísifo |
Las Sirenas |
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου, τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπ' οὐρανοῦ γῆ),...
Apolodoro, Bibliotheca 1.1,2
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
Καὶ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν· οἱ δὲ τούτοις ὁπλισθέντες κρατοῦσι Τιτάνων, καὶ καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας κατέστησαν φύλακας.
Apolodoro, Bibliotheca 1.2.1.3
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
Καλλιόπης μὲν οὖν καὶ Οἰάγρου [..] Ὀρφεὺς ὁ ἀσκήσας κιθαρῳδίαν, ὃς ᾄδων ἐκίνει λίθους τε καὶ δένδρα. ἀποθανούσης δὲ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ, δηχθείσης ὑπὸ ὄφεως, κατῆλθεν εἰς Ἅιδου θέλων ἀνάγειν αὐτήν, καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι. ὁ δὲ ὑπέσχετο τοῦτο ποιήσειν, ἂν μὴ πορευόμενος Ὀρφεὺς ἐπιστραφῇ πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ παραγενέσθαι· ὁ δὲ ἀπιστῶν ἐπιστραφεὶς ἐθεάσατο τὴν γυναῖκα, ἡ δὲ πάλιν ὑπέστρεψεν.
Apolodoro, Bibliotheca 1.3.2.1.
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
ἀπέκτεινε δὲ Ἀπόλλων καὶ τὸν Ὀλύμπου παῖδα Μαρσύαν. οὗτος γὰρ εὑρὼν αὐλούς, οὓς ἔρριψεν Ἀθηνᾶ διὰ τὸ τὴν ὄψιν αὐτῆς ποιεῖν ἄμορφον, ἦλθεν εἰς ἔριν περὶ μουσικῆς Ἀπόλλωνι. συνθεμένων δὲ αὐτῶν ἵνα ὁ νικήσας ὃ βούλεται διαθῇ τὸν ἡττημένον, τῆς κρίσεως γινομένης τὴν κιθάραν στρέψας ἠγωνίζετο ὁ Ἀπόλλων, καὶ ταὐτὸ ποιεῖν ἐκέλευε τὸν Μαρσύαν· τοῦ δὲ ἀδυνατοῦντος εὑρεθεὶς κρείσσων ὁ Ἀπόλλων, κρεμάσας τὸν Μαρσύαν ἔκ τινος ὑπερτενοῦς πίτυος, ἐκτεμὼν τὸ δέρμα οὕτως διέφθειρεν.
Apolodoro, Bibliotheca 1.4.2
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι Κούρησι τε καὶ ταῖς Μελισσέως παισὶ νύμφαις, Ἀδραστείᾳ τε καὶ Ἴδῃ. αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας γάλακτι, οἱ δὲ Κούρητες ἔνοπλοι ἐν τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ τῆς τοῦ παιδὸς φωνῆς ὁ Κρόνος ἀκούσῃ. Ῥέα δὲ λίθον σπαργανώσασα δέδωκε Κρόνῳ καταπιεῖν ὡς τὸν γεγεννημένον παῖδα.
Apolodoro, Bibliotheca 1.5.4
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
Πλούτων δὲ Περσεφόνης ἐρασθεὶς Διὸς συνεργοῦντος ἥρπασεν αὐτῆν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτὸς τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει μαθοῦσα δὲ παρ’ ῞Ερμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν.
Apolodoro, Bibliotheca, 1.29-30
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
ὄντος δὲ τῇ τοῦ Κελεοῦ γυναικὶ Μετανείρᾳ παιδίου τοῦ Δημοφῶντος (τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί), τοῦτο ἔτρεφεν ἡ Δημήτηρ παραλαβοῦσα· βουλομένη δὲ αὐτὸ ἀθάνατον ποιῆσαι, τὰς νύκτας εἰς πῦρ κατετίθει τὸ βρέφος καὶ περιῄρει τὰς θνητὰς σάρκας αὐτοῦ.
Apolodoro, Bibliotheca 1.31-32
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
Καλίκης δὲ καὶ Ἀεθλίου παῖς Ἐνδυμίων γίνεται, ὅστις ἐκ Θεσσαλίας Αἰολέας ἀγαγὼν Ἦλιν ᾦκισε. λέγουσι δὲ αὐτὸν τινες ἐκ Διὸς γένεσθαι. τούτου κάλλει διενεγκόντος ἠράσθη Σελήνη, Ζεὺς δὲ αὐτῷ δίδωσιν ὃ βούλεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διὰ παντὸς ἀθάνατος καὶ ἀγήρως μένων.
Apolodoro, Bibliotheca 1.56
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
κολάζεται δὲ Σίσυφος ἐν ῞Αιδου πέτρον ταῖς χερσὶ καὶ τῇ κεφαλῇ κυλίων, καὶ τοῦτον ὑπερβάλλειν θέλων· οὗτος δὲ ὠθούμενος ὑπ' αὐτοῦ ὠθεῖται πάλιν εἰς τοὐπίσω. τίνει δὲ ταύτην τὴν δίκην διὰ τὴν ᾿Ασωποῦ θυγατέρα Αἴγιναν· ἁρπάσαντος γὰρ αὐτὴν κρύφα Διός ᾿Ασωπῷ μηνῦσαι ζητοῦντι λέγεται.
(Pon el cursor sobre las palabras resaltadas. Tienen ayuda)
Αἱ δὲ Σειρῆνες ἦσαν ̓Αχελώου καὶ Μελπομένης, μιᾶς τῶν Μουσῶν, θυγατέρες, Πεισινόη, ̓Αγλαόπη Θελξιέπεια, τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας.
Apolodoro, Epítome 7, 18.